Να χαρακτηρισθούν συντακτικά οι μετοχές
στα παρακάτω αποσπάσματα:
1. διέτριβεν
ἐν τῇ ᾿Εφέσῳ, ἅτε συντεταραγμένων ἐν ταῖς πόλεσι τῶν πολιτειῶν, καὶ οὔτε
δημοκρατίας ἔτι οὔσης.
2. ἅτε
ἐκ τοῦ λιμένος πλέων, πολλὰ καὶ ἁλιευτικὰ ἔλαβε καὶ πορθμεῖα ἀνθρώπων μεστά, καταπλέοντα
ἀπὸ νήσων.
3. μάλα
δὲ χαλεπῶς πορευόμενοι, οἷα δὴ ἐν νυκτί τε καὶ ἐν φόβῳ ἀπιόντες καὶ χαλεπὴν
ὁδόν, εἰς Αἰγόσθενα τῆς Μεγαρικῆς ἀφικνοῦνται.
4. καὶ
οἷα δὴ ἀπιόντων πρὸς δεῖπνον καὶ συσκευαζομένων τῶν πελταστῶν, ἐπελαύνουσι·
5. πολλοὺς
ἀπέκτειναν αὐτῶν, καὶ ἅτε δὴ ἀπαθεῖς ὄντες, συντεταγμένοι ἐπορεύοντο·
6. Τὰ
μὲν κατηγορήσων, ὦ ἄνδρες ᾿Αθηναῖοι, ἀνέβην ἐνθάδε Περικλέους ἀναγκαίου μοι
ὄντος καὶ ἐπιτηδείου.
7. οἱ
ἄνδρες εἰσὶν οἱ ποιοῦντες ὅ τι ἄν ἐν ταῖς μάχαις γίγνηται.
8. οὐ
πάσχοντες εὖ, ἀλλὰ δρῶντες κτώμεθα τούς φίλους.
9. τοιαύτῃ
κεχρημένος συμφορᾷ τούτου βελτίων εἰμὶ πολίτης.
10.
ταῦτα διανοούμενοι βελτίους ἄν εἴητε.
11.
ἐγὼ ἀκούσας ἐξεπλάγην.
12.
Μένων ὁ Θετταλὸς δῆλος ἦν ἐπιθυμῶν
πλουτεῖν ἰσχυρῶς.
13.
ἀδικούμενοι οἱ ἄνθρωποι μᾶλλον ὀργίζονται ἤ βιαζόμενοι.
14.
καταλαμβάνουσι τοὺς φύλακας ἀμφὶ πῦρ
καθημένους.
15.
ἤκουσα αὐτοῦ περὶ φίλων διαλεγομένου.
16.
παρασκευαζόμενοι ταῦτα ὅλην τὴν ἡμέραν
διετέλεσαν οἱ ᾿Αθηναῖοι.
17.
ἡ ψυχὴ ἀθάνατος φαίνεται οὖσα.
18.
οὐκ ἄν φθάνοις λέγων.
19.
πρὸς ταῦτα ἀναστὰς Ξενοφῶν ὑπὲρ τῶν
στρατιωτῶν εἶπεν.
20.
πρότερον γὰρ οὐκ ἔχων πρόφασιν, ἐφ᾿ ἧς
τοῦ βίου λόγον δοίην, νυνὶ διὰ τοῦτον εἴληφα.
21.
δύναμαι συνεῖναι δυναμένοις ἀνθρώποις ἀναλίσκειν.
22.
ὥστε μοι δοκεῖ ὁ κατήγορος εἰπεῖν περὶ
τῆς ἐμῆς ὕβρεως οὐ σπουδάζων, ἀλλὰ παίζων, οὐδ᾿ ὑμᾶς πεῖσαι βουλόμενος ὥς εἰμι
τοιοῦτος, ἀλλ᾿ ἐμὲ κωμῳδεῖν βουλόμενος, ὥσπερ τι καλὸν ποιῶν.
23.
μὴ τοίνυν, ὦ βουλή, μηδὲν ἡμαρτηκὼς
ὁμοίων ὑμῶν τύχοιμι τοῖς πολλὰ ἠδικηκόσιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου