Να
χαρακτηρισθούν συντακτικά τα
απαρέμφατα στα παρακάτω
αποσπάσματα:
1. λέγουσιν
ὡς αἰσχρὸν καὶ ἄδικον τὸ πλεονεκτεῖν, καὶ τοῦτο ἐστιν τὸ ἀδικεῖν, τὸ πλέον τῶν
ἄλλων ζητεῖν ἔχειν·
2. οὐχ
οἷοί τέ εἰσιν βασανίζειν διὰ τὸ μὴ σοφοὶ εἶναι ὥσπερ σύ·
3. Πάντες
γὰρ ἐπίστασθε ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ δεινότερον ἦν πλουτεῖν ἢ ἀδικεῖν·
4. καὶ
πάντων τῶν ἡλίκων διαφέρων ἐφαίνετο καὶ εἰς τὸ ταχὺ μανθάνειν ἃ δέοι καὶ εἰς τὸ
καλῶς καὶ ἀνδρείως ἕκαστα ποιεῖν.
5. μετεπέμψαντό
τε τοὺς Λακεδαιμονίους, καὶ τὴν πόλιν καὶ τὴν ἄκραν φυλάττειν αὐτοῖς παρέδωκαν.
6. διόπερ
πολλάκις δοκεῖ τὸ φυλάξαι τἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερον εἶναι.
7. καίτοι
ἀληθές γε ὡς ἔπος εἰπεῖν οὐδὲν εἰρήκασιν.
8. οὐ
γὰρ ἐπὶ τούτῳ κάθηται ὁ δικαστής, ἐπὶ τῷ καταχαρίζεσθαι τὰ δίκαια, ἀλλ᾿ ἐπὶ τῷ
κρίνειν ταῦτα·
9. Τὸ
γάρ που κακῶς ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει.
10.
παρασκευάζοιτο δὲ οἰκεῖν ἐν πόλει τῇ
μεγίστῃ τῶν φανερῶν.
11.
ἀφίεμέν σε, ἐπὶ τούτῳ μέντοι, ἐφ᾿ ᾧτε
μηκέτι ἐν ταύτῃ τῇ ζητήσει διατρίβειν μηδὲ φιλοσοφεῖν·
12.
τὸ γὰρ γνῶναι ἐπιστήμην που λαβεῖν
ἐστιν·
13.
καὶ ὑμᾶς δέ, ὦ παῖδες, οὕτως ἐξ ἀρχῆς
ἐπαίδευον, τοὺς μὲν γεραιτέρους προτιμᾶν, τῶν δὲ νεωτέρων προτετιμῆσθαι·
14.
οὕτω δεινός τις ἔρως αὐταῖς τοῦ
ἄρχεσθαι ὑπ᾿ ἐκείνου ἐγγίγνεται.
15.
τίς οὕτως ἐστὶ δεινὸς λέγειν ὥστε σε
πεῖσαι λέγων ὡς ἡμεῖς σοι ἐπιβουλεύομεν.
16.
ἀπεπέμπετο ὥστε αὐτῷ μᾶλλον φίλους
εἶναι ἢ βασιλεῖ.
17.
ὥστε ὥρα λέγειν ὅ τι τις γιγνώσκει
ἄριστον εἶναι.
18.
ἐπὶ τὸ ἄκρον ἀναβαίνει Χειρίσοφος πρίν
τινας αἰσθέσθαι τῶν πολεμίων.
19.
᾿Ομόσαι δ᾿ ᾿Αθηναίους ἅπαντας καθ᾿
ἱερῶν τελείων, κατὰ φυλὰς καὶ κατὰ δήμους, ἀποκτενεῖν τὸν ταῦτα ποιήσαντα.
20.
᾿Εμὲ παθεῖν τάδε, φεῦ!
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου