ΠΑΝΕΛΛΗΝΙΩΝ ΑΡΧΑΙΑ ΟΜΟΓΕΝΩΝ, ΕΣΠΕΡΙΝΩΝ, ΕΠΑΝΑΛΗΠΤΙΚΩΝ


2012 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΕΣΠΕΡΙΝΩΝ

 

Ξενοφῶντος Ἑλληνικὰ Στ΄ ΙV, 6-7

Ὁ μὲν δὴ Κλεόμβροτος ταῦτα ἀκούων παρωξύνετο πρὸς τὸ μάχην συνάπτειν. τῶν δ’ αὖ Θηβαίων οἱ προεστῶτες ἐλογίζοντο ὡς εἰ μὴ μαχοῖντο, ἀποστήσοιντο μὲν αἱ περιοικίδες αὐτῶν πόλεις, αὐτοὶ δὲ πολιορκήσοιντο· εἰ δὲ μὴ ἕξοι ὁ δῆμος ὁ Θηβαίων τἀπιτήδεια, ὅτι κινδυνεύσοι καὶ ἡ πόλις αὐτοῖς ἐναντία γενέσθαι. ἅτε δὲ καὶ πεφευγότες πρόσθεν πολλοὶ αὐτῶν ἐλογίζοντο κρεῖττον εἶναι μαχομένους ἀποθνῄσκειν ἢ πάλιν φεύγειν. πρὸς δὲ τούτοις παρεθάρρυνε μέν τι αὐτοὺς καὶ ὁ χρησμὸς ὁ λεγόμενος ὡς δέοι ἐνταῦθα Λακεδαιμονίους ἡττηθῆναι ἔνθα τὸ τῶν παρθένων ἦν μνῆμα, αἳ λέγονται διὰ τὸ βιασθῆναι ὑπὸ Λακεδαιμονίων τινῶν ἀποκτεῖναι ἑαυτάς.

 

Γ3.α. Να γίνει πλήρης συντακτική αναγνώριση των παρακάτω λέξεων και φράσεων:

ταῦτα, αὐτῶν (το δεύτερο στο κείμενο), μαχομένους, ἀποθνῄσκειν, πρὸς τούτοις, Λακεδαιμονίους.

Γ3.β. «ὡς ἀποστήσοιντο μὲν αἱ περιοικίδες αὐτῶν πόλεις»: να χαρακτηρίσετε την παραπάνω πρόταση, να δικαιολογήσετε τον τρόπο εισαγωγής και εκφοράς της και να δηλώσετε τη συντακτική της λειτουργία.

 

 

2012 ΕΣΠΕΡΙΝΑ

 

Θουκυδίδου Ἱστοριῶν VII, 61

Ἄνδρες στρατιῶται Ἀθηναίων τε καὶ τῶν ἄλλων ξυμμάχων, ὁ μὲν ἀγὼν ὁ μέλλων ὁμοίως κοινὸς ἅπασιν ἔσται περί τε σωτηρίας καὶ πατρίδος ἑκάστοις οὐχ ἧσσον ἢ τοῖς πολεμίοις· ἢν γὰρ κρατήσωμεν νῦν ταῖς ναυσίν, ἔστι τῳ τὴν ὑπάρχουσάν που οἰκείαν πόλιν ἐπιδεῖν. ἀθυμεῖν δὲ οὐ χρὴ οὐδὲ πάσχειν ὅπερ οἱ ἀπειρότατοι τῶν ἀνθρώπων, οἳ τοῖς πρώτοις ἀγῶσι σφαλέντες ἔπειτα διὰ παντὸς τὴν ἐλπίδα τοῦ φόβου ὁμοίαν ταῖς ξυμφοραῖς ἔχουσιν. ἀλλ’ ὅσοι τε Ἀθηναίων πάρεστε, πολλῶν ἤδη πολέμων ἔμπειροι ὄντες, καὶ ὅσοι τῶν ξυμμάχων, ξυστρατευόμενοι αἰεί, μνήσθητε τῶν ἐν τοῖς πολέμοις παραλόγων.

Γ3α. Να γίνει πλήρης συντακτική αναγνώριση των παρακάτω τύπων:

στρατιῶται, ἐπιδεῖν, τήν ὑπάρχουσαν, τῶν ἀνθρώπων, ἔμπειροι, αἰεί, τῶν παραλόγων (μονάδες 7).

Γ3β. «ἢν γὰρ κρατήσωμεν νῦν ταῖς ναυσίν, ἔστι τῳ τὴν ὑπάρχουσάν που οἰκείαν πόλιν ἐπιδεῖν»: να εντοπίσετε τα μέρη του υποθετικού λόγου και να τον χαρακτηρίσετε (μονάδες 3).

 

 

2012 ΟΜΟΓΕΝΕΙΣ

 

Ξενοφώντος Οικονομικός VΙ, 4-6

Οὐκοῦν, ἔφη ὁ Σωκράτης, ἐπιστήμης μέν τινος ἔδοξεν ἡμῖν ὄνομα εἶναι ἡ οἰκονομία, ἡ δὲ ἐπιστήμη αὕτη ἐφαίνετο,  οἴκους δύνανται αὔξειν ἄνθρωποι, οἶκος δ’ ἡμῖν ἐφαίνετο

ὅπερ κτῆσις ἡ σύμπασα, κτῆσιν δὲ τοῦτο ἔφαμεν εἶναι, ὅ,τι ἑκάστῳ εἴη ὠφέλιμον εἰς τὸν βίον, ὠφέλιμα δὲ ὄντα εὑρίσκετο πάντα, ὁπόσοις τις ἐπίσταιτο χρῆσθαι. πάσας

μὲν οὖν τὰς ἐπιστήμας οὔτε μαθεῖν οἷόν τε ἡμῖν ἐδόκει συναποδοκιμάζειν τε ταῖς πόλεσι τὰς βαναυσικὰς καλουμένας τέχνας, ὅτι καὶ τὰ σώματα καταλυμαίνεσθαι δοκοῦσι καὶ τὰς ψυχὰς καταγνύουσι.

β α ν α υ σ ι κ ὴ τ έ χ ν η : χ ε ι ρ ω ν α κ τ ι κ ή ε ρ γ α σ ί α

κ α τ α λ υ μ α ί ν ο μ α ι: κ α τ α σ τ ρ έφ ω, α φα ν ί ζ ω ε ν τ ε λ ώς

κ α τ ά γ ν υ μ ι: σ υ ν τ ρ ί β ω, κ α τ α κ ο μ μ α τ ι ά ζ ω

 

Να γίνει πλήρης συντακτική αναγνώριση των παρακάτω λέξεων του κειμένου: αὔξειν, ἑκάστῳ, ὠφέλιμον, ὄντα, πάσας.

 

2011 ΟΜΟΓΕΝΕΙΣ

 

Πλάτωνος Ἀπολογία Σωκράτους 33b

Ἐγὼ δὲ διδάσκαλος μὲν οὐδενὸς πώποτ’ ἐγενόμην· εἰ δέ τίς μου λέγοντος καὶ τὰ ἐμαυτοῦ πράττοντος ἐπιθυμεῖ ἀκούειν, εἴτε νεώτερος εἴτε πρεσβύτερος, οὐδενὶ πώποτε ἐφθόνησα, οὐδὲ χρήματα μὲν λαμβάνων διαλέγομαι μὴ λαμβάνων δὲ οὔ, ἀλλ’ ὁμοίως καὶ πλουσίῳ καὶ πένητι παρέχω ἐμαυτὸν ἐρωτᾶν, καὶ ἐάν τις βούληται

ἀποκρινόμενος ἀκούειν ὧν ἂν λέγω. Καὶ τούτων ἐγὼ εἴτε τις χρηστὸς γίγνεται εἴτε μή, οὐκ ἂν δικαίως τὴν αἰτίαν ὑπέχοιμι, ὧν μήτε ὑπεσχόμην μηδενὶ μηδὲν πώποτε μάθημα μήτε ἐδίδαξα· εἰ δέ τίς φησι παρ’ ἐμοῦ πώποτέ τι μαθεῖν ἢ ἀκοῦσαι ἰδίᾳ ὅτι μὴ καὶ οἱ ἄλλοι πάντες, εὖ ἴστε ὅτι οὐκ ἀληθῆ λέγει.

φθονῶ: αρνούμαι

ὑπέχω αἰτίαν τινὸς: θεωρούμαι υπεύθυνος για κάποιον ή για κάτι

ὅτι μὴ: ὅ,τι μὴ

Να γίνει πλήρης συντακτική αναγνώριση των παρακάτω λέξεων του κειμένου: οὐδενὸς, λέγοντος, χρηστὸς, ἀκοῦσαι, ἀληθῆ.

 

2011 ΕΣΠΕΡΙΝΑ

 

Ξενοφῶντος Συμπόσιον Ι, 11-12

Ἐκεῖνοι μὲν οὖν σιωπῇ ἐδείπνουν, ὥσπερ τοῦτο ἐπιτεταγμένον αὐτοῖς ὑπὸ κρείττονός τινος. Φίλιππος δ’ ὁ γελωτοποιὸς κρούσας τὴν θύραν εἶπε τῷ ὑπακούσαντι εἰσαγγεῖλαι ὅστις τε εἴη καὶ δι’ ὅ τι κατάγεσθαι βούλοιτο, συνεσκευασμένος τε παρεῖναι ἔφη πάντα τὰ ἐπιτήδεια ὥστε δειπνεῖν τἀλλότρια, καὶ τὸν παῖδα δὲ ἔφη πάνυ πιέζεσθαι διά τε τὸ φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶναι. ὁ οὖν Καλλίας ἀκούσας ταῦτα εἶπεν· Ἀλλὰ μέντοι, ὦ ἄνδρες, αἰσχρὸν στέγης γε φθονῆσαι· εἰσίτω οὖν. καὶ ἅμα ἀπέβλεψεν εἰς τὸν Αὐτόλυκον, δῆλον ὅτι ἐπισκοπῶν τί ἐκείνῳ δόξειε τὸ σκῶμμα εἶναι.

-----------

κατάγεσθαι = να μπει στο σπίτι

ὁ παῖς = ο δούλος

ὁ ἀνάριστος = ο νηστικός

φθονῶ = αρνούμαι

τὸ σκῶμμα = το αστείο

Γ3α. Να γίνει πλήρης συντακτική αναγνώριση των παρακάτω λέξεων και φράσεων:

αὐτοῖς, τῷ ὑπακούσαντι, διὰ τὸ φέρειν, ἀνάριστον, φθονῆσαι, ἐκείνῳ (μονάδες 6)

 

2011 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΕΣΠΕΡΙΝΩΝ

 

Θουκυδίδου Ἱστοριῶν Β 54

Τοιούτῳ μὲν πάθει οἱ Ἀθηναῖοι περιπεσόντες ἐπιέζοντο, ἀνθρώπων τ’ ἔνδον θνῃσκόντων καὶ γῆς ἔξω δῃουμένης. ἐν δὲ τῷ κακῷ οἷα εἰκὸς ἀνεμνήσθησαν καὶ τοῦδε τοῦ ἔπους, φάσκοντες οἱ πρεσβύτεροι πάλαι ᾄδεσθαι «ἥξει Δωριακὸς πόλεμος καὶ λοιμὸς ἅμ’ αὐτῷ». ἐγένετο μὲν οὖν ἔρις τοῖς ἀνθρώποις μὴ λοιμὸν ὠνομάσθαι ἐν τῷ ἔπει ὑπὸ τῶν παλαιῶν, ἀλλὰ λιμόν, ἐνίκησε δὲ ἐπὶ τοῦ παρόντος εἰκότως λοιμὸν εἰρῆσθαι· οἱ γὰρ ἄνθρωποι πρὸς ἅ ἔπασχον τὴν μνήμην ἐποιοῦντο. ἢν δέ γε οἶμαί ποτε ἄλλος πόλεμος καταλάβῃ Δωρικὸς τοῦδε ὕστερος καὶ ξυμβῇ γενέσθαι λιμόν, κατὰ τὸ εἰκὸς οὕτως ᾄσονται.

__________

δῃόω-δῃῶ = καταστρέφω

τὸ ἔπος = ο στίχος

ὁ λιμός = η πείνα

Γ3.α. Να γίνει πλήρης συντακτική αναγνώριση των παρακάτω λέξεων και φράσεων:

ἔνδον, θνῃσκόντων, τοῦ ἔπους, ὑπὸ τῶν παλαιῶν, τοῦδε (μετά τη λέξη Δωρικὸς), γενέσθαι (μονάδες 6)

Γ3.β. Να βρείτε τον υποθετικό λόγο του κειμένου και να τον χαρακτηρίσετε. (μονάδες 4)

 

 

2010 ΟΜΟΓΕΝΕΙΣ

 

Ἰσοκράτους Παναθηναϊκός 130-131 (να΄)

Περὶ δὲ τῶν παραλαβόντων τὴν τῆς πόλεως διοίκησιν, ἣν ἐκεῖνος [Θησεὺς] παρέδωκεν, οὐκ ἔχω, τίνας ἐπαίνους εἰπὼν ἀξίους ἂν εἴην εἰρηκὼς τῆς ἐκείνων διανοίας. Οἵτινες ἄπειροι πολιτειῶν ὄντες, οὐ διήμαρτον αἱρούμενοι τῆς ὑπὸ πάντων ἄν ὁμολογηθείσης οὐ μόνον εἶναι κοινοτάτης καὶ δικαιοτάτης ἀλλὰ καὶ συμφορωτάτης ἅπασι καὶ τοῖς χρωμένοις ἡδίστης. Κατεστήσαντο γὰρ δημοκρατίαν οὐ τὴν εἰκῇ πολιτευομένην καὶ νομίζουσαν τὴν μὲν ἀκολασίαν ἐλευθερίαν εἶναι, τὴν δ’ ἐξουσίαν ὅ,τι βούλεταί τις ποιεῖν εὐδαιμονίαν, ἀλλὰ τὴν τοῖς τοιούτοις μὲν ἐπιτιμῶσαν, ἀριστοκρατίᾳ δὲ χρωμένην.

διαμαρτάνω: αποτυγχάνω

εἰκῇ: χωρίς σχέδιο, άσκοπα

ἀριστοκρατία: αξιοκρατία

Να γίνει πλήρης συντακτική αναγνώριση των παρακάτω λέξεων και φράσεων του κειμένου: τῆς πόλεως, ὄντες, ὑπὸ πάντων, ἐλευθερίαν, ἀριστοκρατίᾳ.

 

 

2010 ΕΣΠΕΡΙΝΑ

 

Ἰσοκράτους, Αἰγινητικός 10

Ἐγὼ δὲ καὶ Θρασύλοχος τοσαύτην φιλίαν παρὰ τῶν πατέρων παραλαβόντες, ὅσην ὀλίγῳ πρότερον διηγησάμην, ἔτι μείζω τῆς ὑπαρχούσης αὐτὴν ἐποιήσαμεν. ἕως μὲν γὰρ παῖδες ἦμεν, περὶ πλείονος ἡμᾶς αὐτοὺς ἡγούμεθα ἢ τοὺς ἀδελφούς, καὶ οὔτε θυσίαν οὔτε θεωρίαν οὔτ’ ἄλλην ἑορτὴν οὐδεμίαν χωρὶς ἀλλήλων ἤγομεν· ἐπειδὴ δ’ ἄνδρες ἐγενόμεθα, οὐδὲν πώποτ’ ἐναντίον ἡμῖν αὐτοῖς ἐπράξαμεν, ἀλλὰ καὶ τῶν ἰδίων

ἐκοινωνοῦμεν καὶ πρὸς τὰ τῆς πόλεως ὁμοίως διεκείμεθα καὶ φίλοις καὶ ξένοις τοῖς αὐτοῖς ἐχρώμεθα. καὶ τί δεῖ λέγειν τὰς οἴκοι χρήσεις;

περὶ πλείονος ἡγοῦμαι = ενδιαφέρομαι περισσότερο, υπολογίζω πιο πολύ, θεωρία = ιερή πρεσβεία , αἱ οἴκοι χρήσεις = οι οικιακές υποθέσεις

Γ3. α. Να χαρακτηρίσετε πλήρως τη συντακτική λειτουργία των παρακάτω όρων:

παρὰ τῶν πατέρων, πρότερον, τῆς ὑπαρχούσης, ἄλλην, ἄνδρες, τῶν ἰδίων.

 

2010 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΕΣΠΕΡΙΝΩΝ

 

Λυσίου, Κατὰ Ἐργοκλέους ἐπίλογος 12-13

Οἶμαι δ’ Ἐργοκλέα, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ μὲν Ἁλικαρνασσοῦ καὶ περὶ τῆς ἀρχῆς καὶ περὶ τῶν αὑτῷ πεπραγμένων οὐκ ἐπιχειρήσειν ἀπολογεῖσθαι, ἐρεῖν δὲ ὡς ἀπὸ Φυλῆς κατῆλθε καὶ ὡς δημοτικός ἐστι [...]. ἐγὼ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, <οὐ> τὴν αὐτὴν γνώμην ἔχω περὶ τῶν τοιούτων, ἀλλ’ ὅσοι μὲν ἐλευθερίας καὶ τοῦ δικαίου ἐπιθυμοῦντες καὶ τοὺς νόμους ἰσχύειν βουλόμενοι καὶ τοὺς ἀδικοῦντας μισοῦντες τῶν ὑμετέρων κινδύνων μετέσχον, οὐ πονηροὺς εἶναι πολίτας, οὐδὲ ἀδίκως τούτοις φημὶ ἂν εἶναι ὑπόλογον τὴν ἐκείνων φυγήν· ὅσοι δὲ κατελθόντες ἐν δημοκρατίᾳ τὸ μὲν ὑμέτερον πλῆθος ἀδικοῦσι, τοὺς δὲ ἰδίους οἴκους ἐκ τῶν ὑμετέρων μεγάλους ποιοῦσι, πολὺ μᾶλλον αὐτοῖς προσήκει ὀργίζεσθαι ἢ τοῖς τριάκοντα.

-------------

κατέρχομαι= ξαναγυρίζω στην πατρίδα

δημοτικός= δημοκρατικός

τὸ ὑμέτερον πλῆθος= εσάς τους δημοκρατικούς

Γ.3. α. Να χαρακτηρίσετε πλήρως τη συντακτική λειτουργία των παρακάτω όρων: αὑτῷ, περὶ τῶν τοιούτων, τοὺς νόμους, κινδύνων, πονηρούς, ὀργίζεσθαι.

(μονάδες 6)

β. «ὡς δημοτικός ἐστι»: Να αναγνωρίσετε το είδος της πρότασης και να προσδιορίσετε τον συντακτικό της ρόλο. (μονάδες 4)

 

2009 ΕΣΠΕΡΙΝΑ

Ξενοφώντος Απομνημονεύματα Α, Ι 10-12

Ἀλλὰ μὴν ἐκεῖνός γε ἀεὶ μὲν ἦν ἐν τῷ φανερῷ· πρῴ τε γὰρ εἰς τοὺς περιπάτους καὶ τὰ γυμνάσια ᾔει καὶ πληθούσης ἀγορᾶς ἐκεῖ φανερὸς ἦν, καὶ τὸ λοιπὸν ἀεὶ τῆς ἡμέρας ἦν ὅπου πλείστοις μέλλοι συνέσεσθαι· καὶ ἔλεγε μὲν ὡς τὸ πολύ, τοῖς δὲ βουλομένοις ἐξῆν ἀκούειν. Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὐδὲ ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. Οὐδὲ γὰρ περὶ τῆς τῶν πάντων φύσεως, ᾗπερ τῶν ἄλλων οἱ πλεῖστοι, διελέγετο σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε.

πρῴ = πρωί, νωρίς

συνέσεσθαι = να συναναστραφεί

τίσιν ἀνάγκαις = σύμφωνα με ποιους φυσικούς νόμους.

Γ.3. α. Να χαρακτηρίσετε πλήρως τη συντακτική λειτουργία των παρακάτω όρων:

ἀεὶ, φανερὸς, λέγοντος, τῶν ἄλλων, ὑπὸ τῶν σοφιστῶν, ἕκαστα.  Μονάδες 6

β. Να γράψετε τις προτάσεις στις οποίες ανήκουν τα παρακάτω ρήματα και να τις αναγνωρίσετε ως προς το είδος τους:  εἶδεν, ἔχει.

 

 

 

2008 ΟΜΟΓΕΝΕΙΣ

 

Ξενοφῶντος, Κύρου Παιδεία, Ι, ΙΙΙ, 1 - 2

Κῦρος γὰρ μέχρι μὲν δώδεκα ἐτῶν ἢ ὀλίγῳ πλέον ταύτῃ τῇ παιδείᾳ ἐπαιδεύθη, καὶ πάντων τῶν ἡλίκων1 διαφέρων ἐφαίνετο καὶ εἰς τὸ ταχύ μανθάνειν ἃ δέοι καὶ εἰς τὸ καλῶς καὶ ἀνδρείως ἕκαστα ποιεῖν. Ἐκ δὲ τούτου τοῦ χρόνου μετεπέμψατο2 Ἀστυάγης τὴν ἑαυτοῦ θυγατέρα καὶ τὸν παῖδα αὐτῆς· ἰδεῖν γὰρ ἐπεθύμει, ὅτι ἤκουεν αὐτὸν καλὸν καὶ ἀγαθὸν εἶναι. Ἔρχεται δὲ αὐτή τε ἡ Μανδάνη πρὸς τὸν πατέρα καὶ τὸν Κῦρον τὸν υἱὸν ἔχουσα. Ὡς δὲ ἀφίκετο

τάχιστα καὶ ἔγνω ὁ Κῦρος τὸν Ἀστυάγην τῆς μητρὸς πατέρα ὄντα, εὐθὺς οἷα δὴ παῖς φύσει φιλόστοργος ὢν ἠσπάζετό τε αὐτὸν.

1 ἡλίκος-η-ον: συνομήλικος

2 μεταπέμπομαι: στέλνω και προσκαλώ

Να γίνει πλήρης συντακτική αναγνώριση των παρακάτω λέξεων του κειμένου: τῇ παιδείᾳ, διαφέρων, ἀνδρείως, αὐτῆς, ἰδεῖν.

 

 

2008 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ

 

 

Δημοσθένους Κατ’ Ἀριστοκράτους 209-210

Νῦν δ’ οἱ μὲν τὰ κοινὰ διοικοῦντες ἐκ πτωχῶν εὔποροι καὶ πολλοῦ χρόνου τροφὴν ἄφθονόν εἰσιν ἡτοιμασμένοι· ὑμῖν δ’ οὐδὲ μιᾶς ἡμέρας ἐφόδι’ ἐστὶν ἐν τῷ κοινῷ, ἀλλ’ ἅμα δεῖ τι ποιεῖν, καὶ πόθεν οὐκ ἔχετε. Τότε μὲν γὰρ ὁ δῆμος ἦν δεσπότης τῶν πολιτευομένων, νῦν δ’ ὑπηρέτης. Αἴτιοι δ’ οἱ τὰ τοιαῦτα γράφοντες, καὶ συνεθίζοντες ὑμᾶς ὑμῶν μὲν αὐτῶν καταφρονεῖν, ἕνα δ’ ἢ δύο θαυμάζειν ἀνθρώπους. Εἶθ’ οὗτοι κληρονομοῦσι τῆς ὑμετέρας δόξης καὶ τῶν ἀγαθῶν, ὑμεῖς δ’ οὐδ’ ὁτιοῦν ἀπολαύετε, ἀλλὰ μάρτυρές ἐστε τῶν ἑτέρων ἀγαθῶν, οὐδενὸς ἄλλου μετέχοντες ἢ τοῦ ἐξαπατᾶσθαι.

Γ2.α. Να γίνει πλήρης συντακτική αναγνώριση των παρακάτω λέξεων:

εὔποροι, ὑμῖν, ἡμέρας, καταφρονεῖν, ὁτιοῦν.

Γ2.β. Τότε μὲν γὰρ … νῦν δ’ ὑπηρέτης: να μετατρέψετε την περίοδο σε πλάγιο λόγο χρησιμοποιώντας απαρεμφατική σύνταξη με εξάρτηση από την πρόταση «Οὗτοι εἶπον».

 

2008 ΕΣΠΕΡΙΝΑ

Ἰσοκράτους, Φίλιππος 111-112

Ἐκεῖνος γὰρ [δηλ. ο Ηρακλής] ὁρῶν τὴν Ἑλλάδα πολέμων καὶ στάσεων καὶ πολλῶν ἄλλων κακῶν μεστὴν οὖσαν, παύσας ταῦτα καὶ διαλλάξας τὰς πόλεις πρὸς ἀλλήλας ὑπέδειξε τοῖς ἐπιγιγνομένοις, μεθ’ ὧν χρὴ καὶ πρὸς οὓς δεῖ τοὺς πολέμους ἐκφέρειν. Ποιησάμενος γὰρ στρατείαν ἐπὶ Τροίαν, ἥπερ εἶχε τότε μεγίστην δύναμιν τῶν περὶ τὴν Ἀσίαν, τοσοῦτον διήνεγκε τῇ στρατηγίᾳ τῶν πρὸς τὴν αὐτὴν ταύτην ὕστερον πολεμησάντων, ὅσον οἱ μὲν μετὰ τῆς τῶν Ἑλλήνων δυνάμεως ἐν ἔτεσι δέκα μόλις αὐτὴν ἐξεπολιόρκησαν, ὁ δ’ ἐν ἡμέραις ἐλάττοσιν [...] ῥᾳδίως αὐτὴν κατὰ κράτος εἷλεν.

διαλλάττω = συμφιλιώνω

οἱ ἐπιγιγνόμενοι = οι μεταγενέστεροι

Γ.3. α. Να χαρακτηρίσετε πλήρως τη συντακτική λειτουργία των παρακάτω όρων:

πολέμων, οὖσαν, τοῖς ἐπιγιγνομένοις, ἐκφέρειν, ἐπὶ Τροίαν, τῇ στρατηγίᾳ. β. Να γράψετε τις προτάσεις στις οποίες ανήκουν τα παρακάτω ρήματα και να τις αναγνωρίσετε ως προς το είδος τους:

δεῖ, εἶχε.

 

 

2008 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΕΣΠΕΡΙΝΩΝ

 

Ισοκράτης, Νικοκλῆς §§ 5-7

Τοῖς μὲν γὰρ ἄλλοις οἷς ἔχομεν οὐδὲν τῶν ζῴων διαφέρομεν, ἀλλὰ πολλῶν καὶ τῷ τάχει καὶ τῇ ῥώμῃ καὶ ταῖς ἄλλαις εὐπορίαις καταδεέστεροι τυγχάνομεν ὄντες· ἐγγενομένου δ’ ἡμῖν τοῦ πείθειν ἀλλήλους καὶ δηλοῦν πρὸς ἡμᾶς αὐτοὺς, περὶ ὧν ἂν βουληθῶμεν, οὐ μόνον τοῦ θηριωδῶς ζῆν ἀπηλλάγημεν ἀλλὰ καὶ συνελθόντες πόλεις ᾠκίσαμεν καὶ νόμους ἐθέμεθα καὶ τέχνας εὕρομεν, καὶ σχεδὸν ἅπαντα τὰ δι’ ἡμῶν μεμηχανημένα λόγος ἡμῖν ἐστὶν ὁ συγκατασκευάσας. οὗτος γὰρ περὶ τῶν δικαίων καὶ τῶν ἀδίκων καὶ τῶν καλῶν καὶ τῶν αἰσχρῶν ἐνομοθέτησεν.

εὐπορία = ικανότητα

μηχανῶμαι = επινοώ

Γ.3. α. Να χαρακτηρίσετε πλήρως τη συντακτική λειτουργία των παρακάτω όρων:

τῶν ζῴων, τῇ ῥώμῃ, ταῖς ἄλλαις, καταδεέστεροι, ὄντες, θηριωδῶς.

Μονάδες 6

β. Να γράψετε τις προτάσεις στις οποίες ανήκουν τα παρακάτω ρήματα και να τις αναγνωρίσετε ως προς το είδος τους:

ἔχομεν, διαφέρομεν.

 

2007 ΟΜΟΓΕΝΕΙΣ

 

Πλουτάρχου, Λυκούργος (11)

Ὁ δὲ Λυκοῦργος ἐκείνους μὲν ἐπαινέσας ἀφῆκε, τὸν δὲ Ἄλκανδρον εἰσαγαγὼν οἴκαδε κακὸν μὲν οὐδὲν οὔτ’ ἐποίησεν οὔτ’ εἶπεν, ἀπαλλάξας δὲ τοὺς συνήθεις ὑπηρέτας καὶ θεραπευτῆρας ἐκεῖνον ἐκέλευσεν ὑπηρετεῖν. Ὁ δὲ οὐκ ὤν ἀγεννής ἐποίει τὸ προσταττόμενον σιωπῇ, καὶ παραμένων ἅμα τῷ Λυκούργῳ καὶ συνδιαιτώμενος ἐν τῷ κατανοεῖν τὴν πρᾳότητα καὶ τὸ ἀπαθὲς αὐτοῦ τῆς ψυχῆς καὶ τὸ περὶ τὴν δίαιταν αὐστηρὸν καὶ τὸ πρὸς τοὺς πόνους ἄκαμπτον, αὐτός τε δεινῶς διετέθη περὶ τὸν ἄνδρα καὶ πρὸς τοὺς συνήθεις καὶ φίλους ἔλεγεν, ὡς οὐ σκληρὸς οὐδ’

αὐθάδης ὁ Λυκοῦργος, ἀλλὰ μόνος ἥμερος καὶ πρᾷός ἐστι τοῖς ἄλλοις.

 

Να γίνει συντακτική αναγνώριση των παρακάτω λέξεων του κειμένου: οἴκαδε, ὑπηρετεῖν, ἀγεννής, τὴν πρᾳότητα, μόνος.

 

2007 ΕΣΠΕΡΙΝΑ

 

Π λ ο υ τ ά ρ χ ο υ Ἀ λ κ ι β ι ά δ η ς 2

Τὸ δ’ ἦθος αὐτοῦ πολλὰς μὲν ὕστερον, ὡς εἰκὸς ἐν πράγμασι μεγάλοις καὶ τύχαις πολυτρόποις, ἀνομοιότητας πρὸς αὐτὸ καὶ μεταβολὰς ἐπεδείξατο. Φύσει δὲ πολλῶν ὄντων καὶ μεγάλων παθῶν ἐν αὐτῷ τὸ φιλόνεικον ἰσχυρότατον ἦν καὶ τὸ φιλόπρωτον, ὡς δῆλόν ἐστι τοῖς παιδικοῖς ἀπομνημονεύμασιν. Ἐν μὲν γὰρ τῷ παλαίειν πιεζούμενος ὑπὲρ τοῦ μὴ πεσεῖν ἀναγαγὼν πρὸς τὸ στόμα τὰ ἅμματα τοῦ πιεζοῦντος οἷος ἦν διαφαγεῖν τὰς χεῖρας. Ἀφέντος δὲ τὴν λαβὴν ἐκείνου καὶ εἰπόντος· «Δάκνεις, ὦ Ἀλκιβιάδη, καθάπερ αἱ γυναῖκες·» «Οὐκ ἔγωγε» εἶπεν «ἀλλ’ ὡς οἱ λέοντες».

πιεζέω = πιέζω, τὰ ἅμματα τοῦ πιεζοῦντος = τα δάχτυλα του αντιπάλου

Γ.3. Να αναγνωρίσετε συντακτικώς τα παρακάτω: ἦθος, πολλὰς, ὄντων, παθῶν, τὸ φιλόνεικον, ἰσχυρότατον, ὑπὲρ τοῦ μὴ πεσεῖν, ἀναγαγὼν, τὰς χεῖρας, ἐκείνου.

 

2007 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΕΣΠΕΡΙΝΩΝ

 

Ξενοφῶντος Ἀπομνημονεύματα Β 1. 27-28

Καὶ ἐν τούτῳ ἡ ἑτέρα γυνὴ προσελθοῦσα εἶπε· καὶ ἐγὼ ἥκω πρὸς σέ, ὦ Ἡράκλεις, εἰδυῖα τοὺς γεννήσαντάς σε καὶ τὴν φύσιν τὴν σὴν ἐν τῇ παιδείᾳ καταμαθοῦσα· ἐξ ὧν ἐλπίζω, εἰ τὴν πρὸς ἐμὲ ὁδὸν τράποιο, σφόδρ’ ἄν σε τῶν καλῶν καὶ σεμνῶν ἐργάτην ἀγαθὸν γενέσθαι καὶ ἐμὲ ἔτι πολὺ ἐντιμοτέραν καὶ ἐπ’ ἀγαθοῖς διαπρεπεστέραν φανῆναι. Οὐκ ἐξαπατήσω δέ σε προοιμίοις ἡδονῆς, ἀλλ’ ᾗπερ οἱ θεοὶ διέθεσαν τὰ ὄντα διηγήσομαι μετ’ ἀληθείας. Τῶν γὰρ ὄντων

ἀγαθῶν καὶ καλῶν οὐδὲν ἄνευ πόνου καὶ ἐπιμελείας θεοὶ διδόασιν ἀνθρώποις.

Γ.3.α. Να αναγνωρισθούν συντακτικώς οι μετοχές του κειμένου.

Γ.3.β. Να αναγνωρίσετε συντακτικώς τα παρακάτω:

τὴν σὴν, τῶν καλῶν, γενέσθαι, ἐντιμοτέραν.

 

 

 

2006  ΟΜΟΓΕΝΕΙΣ

 

Λυσίου, [Δήμου καταλύσεως] ἀπολογία 25-26

Ἄξιον δὲ μνησθῆναι καὶ τῶν μετὰ τοὺς τετρακοσίους πραγμάτων˙ εὖ γὰρ εἴσεσθε ὅτι, ἃ μὲν οὗτοι συμβουλεύουσιν, οὐδεπώποτε ὑμῖν ἐλυσιτέλησεν, ἃ δ’ ἐγὼ παραινῶ, ἀμφοτέραις ἀεὶ ταῖς πολιτείαις συμφέρει. Ἴστε γὰρ Ἐπιγένη καὶ Δημοφάνη καὶ Κλεισθένη ἰδίᾳ μὲν καρπωσαμένους τὰς τῆς πόλεως συμφοράς, δημοσίᾳ δὲ ὄντας μεγίστων κακῶν αἰτίους. Ἐνίων μὲν γὰρ ἔπεισαν ὑμᾶς ἀκρίτων θάνατον καταψηφίσασθαι, πολλῶν δὲ ἀδίκως δημεῦσαι τὰς οὐσίας, τοὺς δ’ ἐξελάσαι καὶ ἀτιμῶσαι τῶν πολιτῶν˙ τοιοῦτοι γὰρ ἦσαν ὥστε τοὺς μὲν ἡμαρτηκότας ἀργύριον λαμβάνοντες ἀφιέναι, τοὺς δὲ μηδὲν ἠδικηκότας εἰς ὑμᾶς εἰσιόντες ἀπολλύναι.

 

Να γίνει συντακτική αναγνώριση των παρακάτω λέξεων του κειμένου: μνησθῆναι, οὗτοι, τὰς τῆς πόλεως, δημεῦσαι, τῶν πολιτῶν.

 

2006 ΕΣΠΕΡΙΝΑ

 

Ισοκράτους Εὐαγόρας §6

Νῦν δὲ τίς οὐκ ἂν ἀθυμήσειεν, ὅταν ὁρᾷ τοὺς μὲν περὶ τὰ Τρωϊκὰ καὶ τοὺς ἐπέκεινα γενομένους ὑμνουμένους καὶ τραγῳδουμένους, αὑτὸν δὲ προειδῇ, μηδ’ ἂν ὑπερβάλλῃ τὰς ἐκείνων ἀρετάς, μηδέποτε τοιούτων ἐπαίνων ἀξιωθησόμενον; Τούτων δ’ αἴτιος ὁ φθόνος, ᾧ τοῦτο μόνον ἀγαθὸν πρόσεστιν, ὅτι μέγιστον κακὸν τοῖς ἔχουσίν ἐστιν. Οὕτω γάρ τινες δυσκόλως πεφύκασιν, ὥσθ’ ἥδιον ἂν εὐλογουμένων

ἀκούοιεν, οὓς οὐκ ἴσασιν εἰ γεγόνασιν, ἢ τούτων, ὑφ’ ὧν εὖ πεπονθότες αὐτοὶ τυγχάνουσιν.

αὑτὸν δὲ προειδῇ = ενώ ο ίδιος εκ των προτέρων γνωρίζει.

Γ3. α. ὁρᾷ: Να γράψετε την πρόταση στην οποία ανήκει το παραπάνω ρήμα, να την αναγνωρίσετε ως προς το είδος της και να δικαιολογήσετε την έγκλιση εκφοράς της.

Γ3. β. Να αναγνωρίσετε συντακτικώς τα παρακάτω:

ὑμνουμένους, ἐπαίνων, κακὸν, τινες, ἥδιον, οὓς, ὑφ’ ὧν.

 

2006 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΕΣΠΕΡΙΝΩΝ

 

Δημοσθένους Κατὰ Ἀνδροτίωνος § 51-52

Εἰ γὰρ θέλετ’ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτ’ ἐν δημοκρατίᾳ ζῆν ἢ ἐν ὀλιγαρχίᾳ, τοῦτ’ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερ’ ἐστὶν ἐν δημοκρατίᾳ. Ὅτι μὲν τοίνυν τῆς ὅπου βούλεσθ’ ὀλιγαρχίας οὗτος ἀσελγέστερος γέγονεν, παραλείψω. Ἀλλὰ παρ’ ἡμῖν πότε πώποτε δεινότατ’ ἐν τῇ πόλει γέγονεν; Ἐπὶ τῶν τριάκοντα, πάντες ἂν εἴποιτε. Τότε τοίνυν, ὡς ἔστιν ἀκούειν, οὐδεὶς ἔστιν ὅστις ἀπεστερεῖτο τοῦ σωθῆναι, ὅστις ἑαυτὸν οἴκοι κρύψειεν, ἀλλὰ τοῦτο κατηγοροῦμεν τῶν τριάκοντα, ὅτι τοὺς ἐκ τῆς ἀγορᾶς ἀδίκως ἀπῆγον. Οὗτος τοίνυν τοσαύτην ὑπερβολὴν ἐποιήσατ’ ἐκείνων τῆς αὑτοῦ βδελυρίας ὥστ’ ἐν δημοκρατίᾳ πολιτευόμενος τὴν ἰδίαν οἰκίαν ἑκάστῳ δεσμωτήριον καθίστη, τοὺς ἕνδεκ’ ἄγων ἐπὶ τὰς οἰκίας.

Γ3. α. Να αναγνωρίσετε συντακτικά τα παρακάτω:

ἐξετάσαι, τις, πραότερ’, ἐν τῇ πόλει, τῶν τριάκοντα, ἀδίκως, ἰδίαν.

β. Να γράψετε τις προτάσεις στις οποίες ανήκουν τα παρακάτω ρήματα και να τις αναγνωρίσετε ως προς το είδος τους:

θέλετ’, ἐστὶν, καθίστη.

 

2005  ΟΜΟΓΕΝΕΙΣ

Ξενοφώντος Ελληνικά Στ, IV, 5 - 6.

Ἔνθα δὴ τῷ Κλεομβρότῳ οἱ μὲν φίλοι προσιόντες ἔλεγον. Ὦ Κλεόμβροτε, εἰ ἀφήσεις τοὺς Θηβαίους ἄνευ μάχης, κινδυνεύσεις ὑπὸ τῆς πόλεως τὰ ἔσχατα παθεῖν. ἀναμνησθήσονται γάρ σου καὶ ὅτε εἰς Κυνὸς κεφαλὰς ἀφικόμενος οὐδὲν τῆς χώρας τῶν Θηβαίων ἐδῄωσας, καὶ ὅτε ὕστερον στρατεύων ἀπεκρούσθης τῆς ἐμβολῆς, Ἀγησιλάου ἀεὶ ἐμβάλλοντος διὰ τοῦ Κιθαιρῶνος. εἴπερ οὖν ἢ σαυτοῦ κήδει ἢ τῆς πατρίδος ἐπιθυμεῖς, ἀκτέον ἐπὶ τοὺς ἄνδρας. οἱ μὲν φίλοι τοιαῦτα ἔλεγον. οἱ δ’ ἐναντίοι. Νῦν δή, ἔφασαν, δηλώσει ὁ ἀνὴρ εἰ τῷ ὄντι κήδεται τῶν Θηβαίων, ὥσπερ λέγεται. ὁ μὲν δὴ Κλεόμβροτος ταῦτα ἀκούων παρωξύνετο πρὸς τὸ μάχην συνάπτειν.

Να γίνει συντακτική αναγνώριση των παρακάτω λέξεων του κειμένου: ἔσχατα, σου, τῶν Θηβαίων, Ἀγησιλάου, μάχην.

 

2005 ΕΣΠΕΡΙΝΑ

 

Λουκιανού, Ἐνύπνιον 10

Ἢν δ’ ἐμοὶ πείθῃ, πρῶτον μέν σοι πολλὰ ἐπιδείξω παλαιῶν ἀνδρῶν ἔργα καὶ πράξεις θαυμαστάς, καὶ λόγους αὐτῶν ἀπαγγέλλουσα καὶ πάντων ὡς εἰπεῖν ἔμπειρον ἀποφαίνουσα, καὶ τὴν ψυχήν, ὅπερ σου κυριώτατόν ἐστι, κατακοσμήσω πολλοῖς καὶ ἀγαθοῖς κοσμήμασι, σωφροσύνῃ, δικαιοσύνῃ, εὐσεβείᾳ, πρᾳότητι, ἐπιεικείᾳ, συνέσει, καρτερίᾳ, τῷ τῶν καλῶν ἔρωτι, τῇ πρὸς τὰ σεμνότατα ὁρμῇ· ταῦτα

γάρ ἐστιν ὁ τῆς ψυχῆς ἀκήρατος ὡς ἀληθῶς κόσμος. Λήσει δέ σε οὔτε παλαιὸν οὐδὲν οὔτε νῦν γενέσθαι δέον, ἀλλὰ καὶ τὰ μέλλοντα προόψει μετ’ ἐμοῦ, καὶ ὅλως ἅπαντα, ὁπόσα ἐστί, τά τε θεῖα τά τ’ ἀνθρώπινα, οὐκ εἰς μακράν σε διδάξομαι.

ἀκήρατος = γνήσιος

λήσει σε οὐδὲν = δεν θα σου μείνει τίποτα άγνωστο

Γ3. α. «Ἢν δ’ ἐμοὶ . . . θαυμαστάς». Να χαρακτηρίσετε το είδος του υποθετικού λόγου και να γράψετε με ποιον τρόπο εκφέρεται.

Γ3. β. Να αναγνωρίσετε συντακτικώς τα παρακάτω:

σοι, πάντων, ὅπερ, κοσμήμασι, ὁ τῆς ψυχῆς, τὰ μέλλοντα.

 

2005 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΕΣΠΕΡΙΝΩΝ

Ἀνδοκίδου, Περὶ τῶν μυστηρίων § 142 - 143

Ἐπειδὴ γάρ, ὦ ἄνδρες, αἱ νῆες διεφθάρησαν, πολλῶν βουλομένων τὴν πόλιν ἀνηκέστοις συμφοραῖς περιβαλεῖν, Λακεδαιμόνιοι ἔγνωσαν ὅμως τότε ἐχθροὶ ὄντες σῴζειν τὴν πόλιν διὰ τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς, οἳ ὑπῆρξαν τῆς ἐλευθερίας ἁπάσῃ τῇ Ἑλλάδι. ἐπειδὴ τοίνυν καὶ ἡ πόλις ἐσώθη δημοσίᾳ διὰ τὰς τῶν προγόνων τῶν ὑμετέρων ἀρετάς, ἀξιῶ κἀμοὶ διὰ τὰς τῶν προγόνων τῶν ἐμῶν ἀρετὰς σωτηρίαν γενέσθαι. καὶ γὰρ αὐτῶν τῶν ἔργων, δι’ ἅπερ ἡ πόλις ἐσώθη, οὐκ ἐλάχιστον μέρος οἱ ἐμοὶ πρόγονοι συνεβάλοντο.

ὑπάρχω + γενική = κάνω αρχή

Γ.3.α. ὑπῆρξαν, συνεβάλοντο: Να γράψετε τις προτάσεις στις οποίες ανήκουν τα παραπάνω ρήματα και να τις αναγνωρίσετε ως προς το είδος τους.

Γ.3.β. Να αναγνωρίσετε συντακτικώς τα παρακάτω:

ἀνηκέστοις, ἐχθροὶ, τῇ Ἑλλάδι, σωτηρίαν, τῶν ἔργων, οἱ ἐμοὶ.

2004 ΟΜΟΓΕΝΕΙΣ

 

Ξενοφώντος Ελληνικά Δ, VIII, 1-2.

Πρῶτον μὲν τοίνυν Φαρνάβαζος καὶ Κόνων, ἐπεὶ ἐνίκησαν τοὺς Λακεδαιμονίους τῇ ναυμαχίᾳ, περιπλέοντες καὶ τὰς νήσους καὶ πρὸς τὰς ἐπιθαλαττιδίας πόλεις τούς τε

Λακωνικοὺς ἁρμοστὰς ἐξήλαυνον καὶ παρεμυθοῦντο τὰς πόλεις ὡς οὔτε ἀκροπόλεις ἐντειχίσοιεν ἐάσοιέν τε αὐτονόμους. οἱ δ' ἀκούοντες ταῦτα ἥδοντό τε καὶ ἐπῄνουν

καὶ ξένια προθύμως ἔπεμπον τῷ Φαρναβάζῳ. καὶ γὰρ ὁ Κόνων τὸν Φαρνάβαζον ἐδίδασκεν ὡς οὕτω μὲν ποιοῦντι πᾶσαι αὐτῷ αἱ πόλεις φίλιαι ἔσοιντο, εἰ δὲ δουλοῦσθαι

βουλόμενος φανερὸς ἔσοιτο, ἔλεγεν ὡς μία ἑκάστη πολλὰ πράγματα ἱκανὴ εἴη παρέχειν καὶ κίνδυνος εἴη μὴ καὶ οἱ Ἕλληνες, εἰ ταῦτα αἴσθοιντο, συσταῖεν.

-------------------------------------------

ξένια= δώρα φιλοξενίας, ἁρμοστής = κυβερνήτης, παραμυθοῦμαι = καθησυχάζω

 

Να γίνει συντακτική αναγνώριση των παρακάτω λέξεων του κειμένου:

τοὺς ἁρμοστάς, αὐτονόμους, προθύμως, αἱ πόλεις, δουλοῦσθαι.

2004 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ

Λουκιανοῦ «Περὶ τοῦ ἐνυπνίου» (10)

(10) Ἢν δ' ἐμοὶ πείθῃ, πρῶτον μέν σοι πολλὰ ἐπιδείξω παλαιῶν ἀνδρῶν ἔργα καὶ πράξεις θαυμαστάς, καὶ λόγους αὐτῶν ἀπαγγέλλουσα καὶ πάντων ὡς εἰπεῖν ἔμπειρον

ἀποφαίνουσα, καὶ τὴν ψυχήν, ὅπερ σου κυριώτατόν ἐστι, κατακοσμήσω πολλοῖς καὶ ἀγαθοῖς κοσμήμασι, σωφροσύνῃ, δικαιοσύνῃ, εὐσεβείᾳ, πραότητι, ἐπιεικείᾳ, συνέσει, καρτερίᾳ, τῷ τῶν καλῶν ἔρωτι, τῇ πρὸς τὰ σεμνότατα ὁρμῇ· ταῦτα γάρ ἐστιν ὁ τῆς ψυχῆς ἀκήρατος ὡς ἀληθῶς κόσμος. Λήσει δέ σε οὔτε παλαιὸν οὐδὲν οὔτε νῦν γενέσθαι δέον, ἀλλὰ καὶ τὰ μέλλοντα προόψει μετ' ἐμοῦ, καὶ ὅλως ἅπαντα, ὁπόσα ἐστί, τά τε θεῖα τά τ' ἀνθρώπινα, οὐκ εἰς μακράν σε διδάξομαι.

ἀκήρατος = αμιγής, αμόλυντος, καθαρός.

 

Γ3.α. «Ἢν δ' ἐμοὶ πείθῃ, [...] ἐπιδείξω καὶ [...] κατακοσμήσω [...]».

Να μετατρέψετε τον υποθετικό λόγο έτσι, ώστε να δηλώνει την απλή σκέψη του λέγοντος και την αόριστη επανάληψη στο παρόν και στο μέλλον.

Γ3.β. Να αναγνωρίσετε συντακτικά τα παρακάτω: ἀνδρῶν, ἔμπειρον, σου, συνέσει, ταῦτα, τὰμέλλοντα.

_________________________________________________________________________________


 

2004 ΕΣΠΕΡΙΝΑ

 

Α ἰ σ χ ί ν ο υ, Π ε ρ ὶ Π α ρ α π ρ ε σ β ε ί α ς (§ 145)

Εὖ δ' ἴστε, ὦ Ἀθηναῖοι, ὅτι πλεῖστον διαφέρει φήμη καὶ συκοφαντία. Φήμη μὲν γὰρ οὐ κοινωνεῖ διαβολῇ, διαβολὴ δὲ ἀδελφόν ἐστι καὶ συκοφαντία. Διοριῶ δ' αὐτῶν ἑκάτερον

σαφῶς. Φήμη μέν ἐστιν, ὅταν τὸ πλῆθος τῶν πολιτῶν αὐτόματον ἐκ μηδεμιᾶς προφάσεως λέγῃ τινὰ ὡς γεγενημένην πρᾶξιν· συκοφαντία δ' ἐστίν, ὅταν πρὸς τοὺς πολλοὺς εἷς ἀνὴρ αἰτίαν ἐμβαλὼν ἔν τε ταῖς ἐκκλησίαις ἁπάσαις πρός τε τὴν βουλὴν διαβάλλῃ τινά. Καὶ τῇ μὲν φήμῃ δημοσίᾳ θύομεν ὡς θεῷ, τῶν δὲ συκοφαντῶν ὡς κακούργων δημοσίᾳ προβολὰς ποιούμεθα. Μὴ οὖν σύναγε εἰς ταὐτὸν τὰ κάλλιστα

τοῖς αἰσχίστοις.

διοριῶ = θα καθορίσω , προβολὰς ποιούμεθα = καταγγέλλουμε

Γ.3.α. Να εντοπίσετε τις δευτερεύουσες προτάσεις του αδίδακτου κειμένου και να τις αναγνωρίσετε ως προς το είδος τους.

Γ.3.β. Να αναγνωρίσετε συντακτικώς τα παρακάτω: εὖ, διαβολῇ, ἀδελφόν, ἁπάσαις.

 

2004 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΕΣΠΕΡΙΝΩΝ

 

Π λ ο υ τ ά ρ χ ο υ Ἀ λ κ ι β ι ά δ η ς (35)

Αὐτὸς μὲν οὖν ἐκεῖνος ἣν εἶχε διάνοιαν περὶ τῆς τυραννίδος ἄδηλόν ἐστιν· οἱ δὲ δυνατώτατοι τῶν πολιτῶν φοβηθέντες ἐσπούδασαν αὐτὸν ἐκπλεῦσαι τὴν ταχίστην, τά

τ' ἄλλα ψηφισάμενοι καὶ συνάρχοντας οὓς ἐκεῖνος ἠθέλησεν. Ἐκπλεύσας δὲ ταῖς ἑκατὸν ναυσὶ καὶ προσβαλὼν Ἄνδρῳ, μάχῃ μὲν ἐκράτησεν αὐτῶν καὶ Λακεδαιμονίων ὅσοι παρῆσαν, οὐχ εἷλε δὲ τὴν πόλιν, ἀλλὰ τοῦτο τῶν κοινῶν ἐγκλημάτων πρῶτον ὑπῆρξε κατ' αὐτοῦ τοῖς ἐχθροῖς. Ἔοικε δ', εἴ τις ἄλλος, ὑπὸ τῆς αὑτοῦ δόξης καταλυθῆναι καὶ Ἀλκιβιάδης.

σπουδάζω = επιδιώκω με ζήλο

Γ.3.α. Να αναγνωρίσετε συντακτικώς τα παρακάτω: τῶν πολιτῶν, ἐκπλεῦσαι, προσβαλών, Λακεδαιμονίων, πρῶτον, κατ' αὐτοῦ, Ἀλκιβιάδης.

Γ.3.β. ἠθέλησεν, παρῆσαν, εἷλε: Να γράψετε τις προτάσεις στις οποίες ανήκουν τα

παραπάνω ρήματα και να τις αναγνωρίσετε ως προς το είδος τους.

 

 

 

2003 ΟΜΟΓΕΝΕΙΣ

Πλάτων, Πολιτικός 274 C-D.

Ὅθεν δὴ τὰ πάλαι λεχθέντα παρὰ θεῶν δῶρα ἡμῖν δεδώρηται μετ' ἀναγκαίας διδαχῆς καὶ παιδεύσεως, πῦρ μὲν παρὰ Προμηθέως, τέχναι δὲ παρ' Ἡφαίστου καὶ τῆς συντέχνου, σπέρματα δὲ αὖ καὶ φυτὰ παρ' ἄλλων· καὶ πάνθ' ὁπόσα τὸν ἀνθρώπινον βίον συγκατεσκεύακεν ἐκ τούτων γέγονεν, ἐπειδὴ τὸ μὲν ἐκ θεῶν, ὅπερ ἐρρήθη νῦν δή, τῆς ἐπιμελείας ἐπέλιπεν ἀνθρώπους, δι' ἑαυτῶν δὲ ἔδει τήν τε διαγωγὴν καὶ τὴν ἐπιμέλειαν αὐτοὺς αὑτῶν ἔχειν καθάπερ ὅλος ὁ κόσμος, ᾧ ξυμμιμούμενοι καὶ ξυνεπόμενοι τὸν ἀεὶ χρόνον νῦν μὲν οὕτως, τότε δὲ ἐκείνως ζῶμέν τε καὶ φυόμεθα.

Να γίνει συντακτική αναγνώριση των παρακάτω λέξεων: δῶρα, ἐπιμελείας, ἀνθρώπους, ἔχειν, ὅλος.

 


2002 ΟΜΟΓΕΝΕΙΣ

Αδίδακτο κείμενο

Ἰσοκράτους Ἑλένη, 64-65

Ἐνεδείξατο δὲ (Ἑλένη) καὶ Στησιχόρῳ τῷ ποιητῇ τὴν αὑτῆς δύναμιν˙ ὅτε μὲν γὰρ ἀρχόμενος τῆς ᾠδῆς ἐβλασφήμησέ τι περὶ αὐτῆς, ἀνέστη τῶν ὀφθαλμῶν ἐστερημένος, ἐπειδὴ δὲ γνοὺς τὴν αἰτίαν τῆς συμφορᾶς τὴν καλουμένην παλινῳδίαν ἐποίησε, πάλιν αὐτὸν εἰς τὴν αὐτὴν φύσιν κατέστησεν. Λέγουσι δέ τινες καὶ τῶν Ὁμηριδῶν, ὡς ἐπιστᾶσα τῆς νυκτὸς Ὁμήρῳ προσέταξε ποιεῖν περὶ τῶν στρατευσαμένων ἐπὶ Τροίαν, βουλομένην τὸν ἐκείνων θάνατον ζηλωτότερον ἢ τὸν βίον τὸν τῶν ἄλλων καταστῆσαι˙ καὶ μέρος μέν τι καὶ διὰ τὴν Ὁμήρου τέχνην, μάλιστα δὲ διὰ ταύτην οὕτως ἐπαφρόδιτον1 καὶ παρὰ πᾶσιν ὀνομαστὴν αὐτοῦ γενέσθαι τὴν ποίησιν.

Να γίνει πλήρης συντακτική αναγνώριση των παρακάτω λέξεων : τὴν δύναμιν, τῆς ᾠδῆς, τῆς νυκτός, ζηλωτότερον, τὴν ποίησιν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου