2001 (ΔΕΣΜΕΣ) ΠΑΝΕΛΛΗΝΙΕΣ
ΘΟΥΚΥΔΙΔΟΥ ΙΣΤΟΡΙΩΝ ΙV,104 : Έκδοση Οξφόρδης
οἱ
δὲ ἐναντίοι τοῖς προδιδοῦσι, κρατοῦντες τῷ πλήθει ὥστε μὴ αὐτίκα τὰς πύλας
ἀνοίγεσθαι, πέμπουσι μετὰ
Εὐκλέους
τοῦ στρατηγοῦ, ὃς ἐκ τῶν Ἀθηνῶν παρῆν αὐτοῖς φύλαξ τοῦ χωρίου, ἐπὶ τὸν ἕτερον
στρατηγὸν τῶν ἐπὶ Θρᾴκης, Θουκυδίδην τὸν Ὀλόρου, ὃς τάδε ξυνέγραψεν, ὄντα περὶ
Θάσον (ἔστι δὲ ἡ νῆσος Παρίων ἀποικία, ἀπέχουσα τῆς Ἀμφιπόλεως ἡμίσεος ἡμέρας
μάλιστα πλοῦν), κελεύοντες σφίσι βοηθεῖν. καὶ ὁ μὲν ἀκούσας κατὰ τάχος ἑπτὰ
ναυσὶν αἳ ἔτυχον παροῦσαι ἔπλει, καὶ ἐβούλετο φθάσαι μάλιστα μὲν οὖν τὴν
Ἀμφίπολιν, πρίν τι ἐνδοῦναι, εἰ δὲ μή, τὴν Ἠιόνα προκαταλαβών.
Ξενοφῶν, Κύρου Ἀνάβασις, 6, 7, 11-13
Ἐπὶ δὲ τούτῳ ἐπιόντες οἱ
Μαντινεῖς καὶ ἄλλοι τινὲς τῶν Ἀρκάδων ἀναστάντες ἐξοπλισάμενοι ὡς ἐδύναντο
κάλλιστα ᾖσάν τε ἐν ῥυθμῷ πρὸς τὸν ἐνόπλιον ῥυθμὸν αὐλούμενοι καὶ ἐπαιάνισαν καὶ
ὠρχήσαντο ὥσπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς προσόδοις. Ὁρῶντες δὲ οἱ Παφλαγόνες
δεινὰ ἐποιοῦντο πάσας τὰς ὀρχήσεις ἐν ὅπλοις εἶναι. Ἐπὶ τούτοις ὁρῶν ὁ Μυσὸς ἐκπεπληγμένους
αὐτούς, πείσας τῶν Ἀρκάδων τινὰ πεπαμένον ὀρχηστρίδα εἰσάγει σκευάσας ὡς ἐδύνατο
κάλλιστα καὶ ἀσπίδα δοὺς κούφην αὐτῇ. Ἡ δὲ ὠρχήσατο πυρρίχην ἐλαφρῶς. Ἐνταῦθα
κρότος ἦν πολύς, καὶ οἱ Παφλαγόνες ἤροντο εἰ καὶ γυναῖκες συνεμάχοντο αὐτοῖς. Οἱ
δ’ ἔλεγον ὅτι αὗται καὶ αἱ τρεψάμμεναι εἶεν βασιλέα ἐκ τοῦ στρατοπέδου.
- πεπαμένον: αντί
κεκτημένον
- ὀρχηστρίς: χορεύτρια
- πυρρίχη: είδος
αρχαίου πολεμικού χορού
Σωκράτης, Γοργίας, 460-461* *
Σωκράτης· Ἐγὼ τοίνυν
σου τότε ταῦτα λέγοντος ὑπέλαβον ὡς οὐδέποτ᾿ ἂν εἴη ἡ ῥητορικὴ ἄδικον πρᾶγμα, ὅ
γ᾿ ἀεὶ περὶ δικαιοσύνης τοὺς λόγους ποιεῖται· ἐπειδὴ δὲ ὀλίγον ὕστερον ἔλεγες ὅτι
ὁ ῥήτωρ τῇ ῥητορικῇ κἂν ἀδίκως χρῷτο, οὕτω θαυμάσας καὶ ἡγησάμενος οὐ συνᾴδειν
τὰ λεγόμενα ἐκείνους εἶπον τοὺς λόγους, ὅτι εἰ μὲν κέρδος ἡγοῖο εἶναι τὸ ἐλέγχεσθαι
ὥσπερ ἐγώ, ἄξιον εἴη διαλέγεσθαι, εἰ δὲ μή, ἐᾶν χαίρειν. Ὓστερον δὲ ἡμῶν ἐπισκοπουμένων
ὁρᾷς δὴ καὶ αὐτὸς ὅτι αὖ ὁμολογεῖται τὸν ῥητορικὸν ἀδύνατον εἶναι ἀδίκως χρῆσθαι
τῇ ῥητορικῇ καὶ ἐθέλειν ἀδικεῖν. Ταῦτα οὖν ὅπῃ ποτὲ ἔχει, μὰ τὸν κύνα, ὦ
Γοργία, οὐκ ὀλίγης συνουσίας ἐστὶν ὥστε ἱκανῶς διασκέψασθαι.
Ξενοφῶν, Ἀπομνημονεύματα, 3, 11, 1 2
Γυναικὸς δέ ποτε οὔσης ἐν
τῇ πόλει καλῆς, ᾗ ὄνομα ἦν Θεοδότη, καὶ οἵας συνεῖναι τῷ πείθοντι, μνησθέντος αὐτῆς
τῶν παρόντων τινὸς καὶ εἰπόντος ὅτι κρεῖττον εἴη λόγου τὸ κάλλος τῆς γυναικός,
καὶ ζωγράφους φήσαντος εἰσιέναι πρὸς αὐτὴν ἀπεικασομένους, οἷς ἐκείνην ἐπιδεικνύειν
ἑαυτῆς ὅσα καλῶς ἔχοι, ἰτέον ἂν εἴη θεασομένους, ἔφη ὁ Σωκράτης· οὐ γὰρ δὴ ἀκούσασί
γε τὸ λόγου κρεῖττον ἔστι καταμαθεῖν. Καὶ ὁ διηγησάμενος, οὐκ ἂν φθάνοιτ᾿, ἔφη,
ἀκολουθοῦντες. Οὕτω μὲν δὴ πορευθέντες πρὸς τὴν Θεοδότην καὶ καταλαβόντες
ζωγράφῳ τινὶ παρεστηκυῖαν ἐθεάσαντο.
Φρυνίχου γὰρ ἀποσφαγέντος νύκτωρ παρὰ τὴν κρήνην τὴν ἐν
τοῖς οἰσύοις ὑπὸ Ἀπολλοδώρου καὶ Θρασυβούλου, καὶ τούτων ληφθέντων καὶ εἰς τὸ
δεσμωτήριον ἀποτεθέντων ὑπὸ τῶν τοῦ Φρυνίχου φίλων, αἰσθόμενος ὁ δῆμος τὸ γεγονὸς
τους τε εἰρχθέντας ἐξήγαγε, καὶ βασάνων γενομένων τὸ πράγμα ἀνέκρινε, καὶ ζητῶν
εὗρε τὸν μὲν Φρύνιχον προδιδόντα τὴν πόλιν, τοὺς δ’ ἀποκτείναντας αὐτὸν ἀδίκως
εἰρχθέντας· καὶ ψηφίζεται ὁ δῆμος, Κριτίου εἰπόντος, τὸν μὲν νεκρόν κρίνειν
προδοσίας, κἂν δόξῃ προδότης ὢν ἐν τῇ χώρα τεθάφθαι, τά γε ὀστᾶ αὐτοῦ ἀνορύξαι
καὶ ἐξορίσαι ἔξω τῆς Ἀττικῆς, ὅπως ἂν μὴ κέηται ἐν τῇ χώρᾳ μηδὲ τὰ ὀστά τοῦ τὴν
χώραν καὶ τὴν πόλιν προδιδόντος.
- τὰ οἴσυα=τόπος κατάφυτος από ιτιές
Ἐλθὼν δὲ εἰς Πελοπόννησον εἰς Ὀλυμπίαν, Δίωνα καταλαβὼν
θεωροῦντα, ἤγγελλον τὰ γεγονότα· ὁ δὲ τὸν Δία ἐπιμαρτυράμενος εὐθὺς παρήγγελλεν
ἐμοὶ καὶ τοῖς ἐμοῖς οἰκείοις καὶ φίλοις παρασκευάζεσθαι τιμωρεῖσθαι Διονύσιον, ἡμᾶς
μὲν ξεναπατίας χάριν οὕτω γὰρ ἔλεγέν τε καὶ ἐννόει αὐτὸν δ’ ἐκβολῆς ἀδίκου καὶ
φυγῆς. Ἀκούσας δ’ ἐγὼ τοὺς μὲν φίλους παρακαλεῖν αὐτὸν ἐκέλευον, εἰ βούλοιντο·
«ἐμὲ» δ’ εἶπον ὅτι «σὺ μετὰ τῶν ἄλλων βίᾳ τινὰ τρόπον σύσσιτον καὶ συνέστιον καὶ
κοινωνὸν ἱερῶν Διονυσίῳ ἐποίησας, ὃς ἴσως ἡγεῖτο διαβαλλόντων πολλῶν ἐπιβουλεύειν
ἐμὲ μετὰ σοῦ ἑαυτῷ καὶ τῇ τυραννίδι, καὶ ὅμως οὐκ ἀπέκτεινεν, ᾐδέσθη δέ.»
Ἰσοκράτης, Περὶ Εἰρήνης, 45-46
Ἀλλ’ ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν, ὥσθ’ ὑπὲρ μὲν τῶν
παίδων τῶν ἡμετέρων, εἰ περί τινας ἐξαμάρτοιεν, οὐκ ἂν ἐθελήσεμεν δίκας ὑποσχεῖν,
ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς καὶ βίας καὶ παρανομίας μελλόντων τῶν ἐγκλημάτων ἐφ’
ἡμᾶς ἥξειν οὐχ ὅπως ἀγανακτοῦμεν ἀλλὰ καὶ χαίρομεν, ὅταν ἀκούσωμεν αὐτοὺς τοιοῦτον
τι διαπεπραγμένους. Εἰς τοῦτο δὲ μωρίας ἐληλύθαμεν, ὥστ’ αὐτοὶ μὲν ἐνδεεῖς τῶν
καθ’ ἡμέραν ἐσμέν, ξενοτροφεῖν δ’ ἐπικεχειρήκαμεν, καὶ τοὺς συμμάχους τοὺς ἡμετέρους
αὐτῶν ἰδίους λυμαινόμεθα καὶ δασμολογοῦμεν, ἵνα τοῖς ἁπάντων ἀνθρώπων κοινοῖς ἐχθροῖς
τὸν μισθὸν ἐκπορίζωμεν.
- αὐτούς, ἐκείνων: εννοεί τους ξένους μισθοφόρους
- υποκείμενο του ἐξαμάρτοιεν: αὐτοί
- δίκας ὑποσχεῖν: να λογοδοτήσουν (να τιμωρηθούν)
- ξενοτροφῶ: διατηρώ μισθοφορικά στρατεύματα
Ξενοφῶν, Ἑλληνικά, 7, 4, 39-40
Ἀκούων οὖν ὁ Θηβαῖος, ἠπόρει τε ὅ τι χρήσαιτο τῷ πράγματι
καὶ ἀφίησι πάντας τοὺς ἄνδρας. Καὶ τῇ ὑστεραίᾳ συγκαλέσας τῶν Ἀρκάδων ὁπόσοι γε
δὴ συνελθεῖν ἠθέλησαν, ἀπελογεῖτο ὡς ἐξαπατηθείη. Ἀκοῦσαι γὰρ ἔφη ὡς
Λακεδαιμόνιοί τε εἶεν σὺν τοῖς ὅπλοις ἐπὶ τοῖς ὁρίοις προδιδόναι τὲ μέλλοιεν αὐτοῖς
τὴν Τεγέαν τῶν Ἀρκάδων τινές. Οἱ δὲ ἀκούσαντες, ἐκεῖνον μὲν, καίπερ
γιγνώσκοντες ὅτι ἐψεύδετο περὶ σφῶν, ἀφίεσαν. πέμψαντες δ’ εἰς Θήβας πρέσβεις
κατηγόρουν αὐτοῦ ὡς δεῖν ἀποθανεῖν. Τὸν δ’ Ἐπαμεινώνδαν ἔφασαν, καὶ γὰρ στρατηγῶν
τότε ἐτύγχανεν, λέγειν ὡς πολὺ ὀρθότερον ποιήσειεν, ὅτε συνελάμβανε τοὺς ἄνδρας
ἤ ὅτε ἀφῆκε.»
Δημοσθένης, Κατά Ολυμπιοδώρου, 51
Ἀνδροκλείδης δ’ οὑτοσὶ πάρεστιν· ἐγὼ γὰρ αὐτῷ ἐπήγγειλα
ἥκειν ἔχοντι τὰς συνθήκας. Καὶ συγχωρῶ, ὦ ἄνδρες δικασταί, ἐν τῷ τούτου λόγῳ ἢ ἐν
τῷ προτέρῳ ἢ ἐν τῷ ὑστέρῳ ἀνοιχθῆναι· οὐδὲν γὰρ μοὶ διαφέρει.Ὑμᾶς δὲ βούλομαι ἀκοῦσαι
τὰς συνθήκας καὶ τοὺς ὅρκους, οὓς ὠμόσαμεν ἀλλήλοις ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσί.
Καὶ εἰ μὲν συγχωρεῖ, ἔστω ταῦτα, καὶ ὑμεῖς ἀκούετε, ἐπειδὰν τούτῳ δοκῇ· ἐὰν δὲ
μὴ θέλῃ ταῦτα ποιεῖν, οὐκ ἤδη καταφανὴς ἔσται, ὦ ἄνδρες δικασταί, ὅτι ἀναισχυντότατός
ἐστιν ἀνθρώπων ἁπάντων, καὶ δικαίως οὐδ’ ἂν ὁτιοῦν ἀποδέχοισθε τούτου ὡς ὑγιὲς
τι λέγοντος;
Ἀνδοκίδης, Περὶ τῶν μυστηρίων, 32-33
Νομίσατε τοίνυν ἀσέβημα οὐδὲν ἔλαττον εἶναι τῶν μηδὲν ἠδικηκότων
ἀσεβεῖν καταγνῶναι ἢ τοὺς ἠσεβηκότας μὴ τιμωρεῖσθαι.Ὥστ’ ἐγὼ ὑμῖν πολὺ μᾶλλον τῶν
κατηγόρων πρὸς τοῖν θεοῖν ἐπισκήπτω, ὑπὲρ τε τῶν ἱερῶν ἃ εἴδετε, καὶ ὑπὲρ τῶν Ἑλλήνων
οἳ τῆς ἑορτῆς ἕνεκα ἔρχονται δεῦρο· εἰ μέν τι ἠσέβηκα ἢ ὡμολόγηκα ἢ ἐμήνυσα
κατά τινος ἀνθρώπων, ἢ ἄλλος τις περὶ ἐμοῦ, ἀποκτείνατέ με· οὐ παραιτοῦμαι· εἰ
δὲ οὐδὲν ἡμάρτηταί μοι, καὶ τοῦτο ὑμῖν ἀποδείκνυμι σαφῶς, δέομαι ὑμῶν αὐτὸ
φανερὸν τοῖς Ἕλλησι πᾶσι ποιῆσαι, ὡς ἀδίκως εἰς τόνδε τὸν ἀγῶνα κατέστην.
Ἐπεὶ δὲ ᾕρηντο, ἡμέρα τε σχεδὸν ὑπέφαινε, καὶ εἰς τὸ
μέσον ἧκον οἱ ἄρχοντες, καὶ ἔδοξεν αὐτοῖς, προφυλακὰς καταστήσαντας, συγκαλεῖν
τοὺς στρατιώτας. Ἐπεὶ δὲ καὶ ἄλλοι στρατιῶται συνῆλθον, ἀνέστη πρῶτος μὲν
Χειρίσοφος ὁ Λακεδαιμόνιος καὶ ἔλεξεν ὦδε· ἄνδρες στρατιῶται, χαλεπὰ μὲν τὰ
παρόντα, ὁπότε ἀνδρῶν στρατηγῶν τοιούτων στερόμεθα καὶ λοχαγῶν καὶ στρατιωτῶν,
πρὸς δ’ ἔτι καὶ οἱ ἀμφὶ Ἀριαῖον οἱ πρόσθεν σύμμαχοι ὄντες προδεδώκασιν ἡμᾶς· ὅμως
δὲ δεῖ ἐκ τῶν παρόντων ἄνδρας ἀγαθοὺς τελέθειν καὶ μὴ ὑφίεσθαι, ἀλλὰ πειρᾶσθαι,
ὅπως, ἢν μὲν δυνώμεθα, καλῶς νικῶντες σῳζώμεθα, εἰ δὲ μή, ἀλλὰ καλῶς γε ἀποθνῄσκωμεν,
ὑποχείριοι δὲ μηδέποτε γενώμεθα ζῶντες τοῖς πολεμίοις.
Ἰσοκράτης, Περὶ Εἰρήνης, 36
Ἠβουλόμην δ’ ἄν, ὥσπερ προσῆκόν
ἐστι ἐπαινεῖσθαι τὴν ἀρετήν, οὕτω πρόχειρον εἶναι πεῖσαι τοὺς ἀκούοντας ἀσκεῖν
αὐτήν· νῦν δὲ δέδοικα, μὴ μάτην τὰ τοιαῦτα λέγωμεν. Διεφθάρμεθα γὰρ πολὺν ἤδη
χρόνον ὑπ’ ἀνθρώπων οὐδὲν ἀλλ’ ἢ φενακίζειν δυναμένων, οἳ τοσοῦτον τοῦ πλήθους
καταπεφρονήκασιν, ὥσθ’ ὁπόταν βουληθῶσι πόλεμον πρός τινας ἐξενεγκεῖν, αὐτοὶ
χρήματα λαμβάνοντες λέγειν τολμῶσιν, ὡς χρὴ τοὺς προγόνους μιμεῖσθαι, καὶ μὴ
περιορᾶν ἡμᾶς αὐτοὺς καταγελωμένους, μηδὲ τὴν θάλατταν πλέοντας τοὺς μὴ τὰς
συντάξεις ἐθέλοντας ἡμῖν ὑποτελεῖν.
Ἰσοκράτης, Περὶ ἀντιδόσεως, 15-16
Νῦν δὲ λέγει μὲν, ὡς ἐγὼ τοὺς ἥττους λόγους κρείττους
δύναμαι ποιεῖν, τοσοῦτον δέ μου καταπεφρόνηκεν, ὥστ’ αὐτὸς ψευδόμενος ἐμοῦ τἀληθῆ
λέγοντος ἐλπίζει ῥᾳδίως ἐπικρατήσειν. Οὕτω δέ μοι δυσκόλως ἅπαντα συμβέβηκεν, ὥσθ’
οἱ μὲν ἄλλοι τοῖς λόγοις διαλύονται τὰς διαβολὰς, ἐμοῦ δὲ Λυσίμαχος αὐτοὺς τοὺς
λόγους μάλιστα διαβέβληκεν, ἵν’ ἢν μὲν ἱκανῶς δόξω λέγειν, ἔνοχος ὢν φανῶ τοῖς ὑπὸ
τούτου περὶ τῆς δεινότητος τῆς ἐμῆς προειρημένοις, ἢν δ’ ἐνδεέστερον τύχω
διαλεχθεὶς ὧν οὗτος ὑμᾶς προσδοκᾶν πεποίηκε, τὰς πράξεις ἡγήσησθέ μου χείρους εἶναι.
Θουκυδίδης, Α’, 23
Τῶν δὲ πρότερον ἔργων μέγιστον ἐπράχθη τὸ Μηδικόν, καὶ
τοῦτο ὅμως δυοῖν ναυμαχίαιν ταχεῖαν τὴν κρίσιν ἔσχεν. Τούτου δὲ τοῦ πολέμου μῆκός
τε μέγα προύβη, παθήματά τε ξυνηνέχθη γενέσθαι ἐν αὐτῷ τῇ Ἑλλάδι οἷα οὐχ ἕτερα ἐν
ἴσῳ χρόνῳ. Οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν, αἱ μὲν ὑπὸ βαρβάρων, αἱ
δ’ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων (εἰσὶ δ’ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι),
οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος, ὁ μὲν κατ’ αὐτὸν τὸν πόλεμον, ὁ δὲ διὰ τὸ
στασιάζειν.
Ἀνδοκίδης, Περί τῶν μυστηρίων, 54-55
Εἰ οὖν τινι ὑμῶν, ὦ ἄνδρες, τῶν ἄλλων πολιτῶν γνώμη
τοιαύτη παρειστήκει πρότερον περὶ ἐμοῦ, ὡς ἄρα ἐγὼ ἐμήνυσα κατὰ τῶν ἑταίρων τῶν
ἐμαυτοῦ, ὅπως ἐκεῖνοι μὲν ἀπόλοιντο, ἐγὼ δὲ σωθείην (ἃ ἐλογοποίουν οἱ ἐχθροὶ
περὶ ἐμοῦ, βουλόμενοι διαβάλλειν με), σκοπεῖσθε ἐξ αὐτῶν τῶν γεγενημένων. Νῦν γὰρ
ἐμὲ μὲν λόγον δεῖ δοῦναι τῶν ἐμοὶ πεπραγμένων μετὰ τῆς ἀληθείας, αὐτῶν παρόντων
οἵπερ ἥμαρτον και ἔφυγον ταῦτα ποιήσαντες, ἴσασι δὲ ἄριστα εἴτε ψεύδομαι εἴτε ἀληθῆ
λέγω, ἔξεστι δὲ αὐτοῖς ἐλέγχειν με ἐν τῷ ἐμῷ λόγῳ.
Ἰσαῖος, Περὶ τοῦ Μενεκλέους κλήρου, 40-42
Ἐγὼ δ’ οἶμαι καταφανές ὑμῖν ἅπασι τοῦτ’ εἶναι, ὡς καὶ
παρὰ τούτων αὐτῶν ὁμολογούμενόν ἐστι, ὅτι Μενεκλῆς οὐ παρεφρόνει, ἀλλὰ πολὺ μᾶλλον
οὗτος νυνί, ὅς γε ποιησάμενος τῆς ἔχθρας διάλυσιν πρὸς ἡμᾶς καὶ ὀμόσας ὅρκους
πάλιν νῦν ἥκει τὰ ὁμολογηθέντα καὶ ὀμοθέντα παραβάς, καὶ ἀφελέσθαι με ἀξιοῖ
ταυτὶ τὰ λοιπά, οὕτως ὄντα μικρά. Ἐγὼ δὲ εἰ μὴ πάνυ τὸ πρᾶγμα αἰσχρὸν εἶναι ἐνόμιζον
καὶ ἐπονείδιστον, προδοῦναι τὸν πατέρα οὗ εἶναι ὠνομάσθην καὶ ὃς ἐποιήσατό με,
ταχὺ ἂν ἀπέστην αὐτῷ τῶν ἐκείνου· ἔστι γὰρ ὑπόλοιπον οὐδὲ ἕν, ὡς καὶ ὑμᾶς οἴομαι
αἰσθάνεσθαι.
- Ποιοῦμαι τινά=υιοθετώ κάποιον
Θουκυδίδης, Γ’, 113, 5-6
Ὁ δὲ κῆρυξ ὡς ἤκουσε καὶ ἔγνω ὅτι ἡ ἀπὸ τῆς πόλεως
βοήθεια διέφθαρται, ἀνοιμώξας καὶ ἐκπλαγεὶς τῷ μεγέθει τῶν παρόντων κακῶν ἀπῆλθεν
εὐθὺς ἄπρακτος καὶ οὐκέτι ἀπῄτει τοὺς νεκρούς. Πάθος γὰρ τοῦτο μιᾷ πόλει Ἑλληνίδι
ἐν ἴσαις ἡμέραις μέγιστον δὴ τῶν κατὰ τὸν πόλεμον τόνδε ἐγένετο. Καὶ ἀριθμὸν οὐκ
ἔγραψα τῶν ἀποθανόντων, διότι ἄπιστον τὸ πλῆθος λέγεται ἀπολέσθαι ὡς πρὸς τὸ
μέγεθος τῆς πόλεως. Ἀμπρακίαν μέντοι οἶδα ὅτι, εἰ ἐβουλήθησαν Ἀκαρνᾶνες καὶ Ἀμφίλοχοι
Ἀθηναίοις καὶ Δημοσθένει πειθόμενοι ἀπελθεῖν, αὐτοβοεὶ ἂν εἷλον· νῦν δ’ ἔδεισαν
μὴ οἱ Ἀθηναῖοι ἔχοντες αὐτὴν χαλεπώτεροι σφίσι πάροικοι ὦσιν.
Δημοσθένης, Περὶ τῆς Ῥοδίων ἐλευθερίας, 32-33
Ἐχρῆν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν αὐτὴν ἔχειν διάνοιαν ὑμᾶς
περὶ τῆς ἐν τῇ πολιτείᾳ τάξεως ἥνπερ περὶ τῆς ἐν ταῖς στρατείαις ἔχετε. Τίς οὖν
ἐστιν αὕτη; Ὑμεῖς τὸν λιπόντα τὴν ὑπὸ τοῦ στρατηγοῦ τάξιν ταχθεῖσαν, ἄτιμον οἴεσθε
προσήκειν εἶναι καὶ μηδενὸς τῶν κοινῶν μετέχειν. Χρῆν τοίνυν καὶ τοὺς τὴν ὑπὸ τῶν
προγόνων τάξιν ἐν τῇ πολιτείᾳ παραδεδομένην λιπόντας καὶ πολιτευομένους ὀλιγαρχικῶς
ἀτίμως τοῦ συμβουλεύειν ὑμῖν αὐτοῖς ποιεῖσθαι· νῦν δὲ τῶν μὲν συμμάχων τοὺς τὸν
αὐτὸν ἐχθρὸν καὶ φίλον κρινεῖν ὀμωμοκότας νομίζετ’ εὐνουστάτους, τῶν δὲ
πολιτευομένων οὓς ἴστε σαφῶς τοὺς τῆς πόλεως ἐχθροὺς ᾑρημένους, τούτους
πιστοτάτους ἡγεῖσθε.
Πλάτων, Ἱππίας ἐλάσσων, 369d-e
Ὦ Ἱππία, ἐγώ τοι οὐκ ἀμφισβητῶ μὴ οὐχί σὲ εἶναι
σοφώτερον ἢ ἐμέ· ἀλλ’ ἀεὶ εἴωθα, ἐπειδάν τις λέγῃ τι, προσέχειν τὸν νοῦν, ἄλλως
τε καὶ ἐπειδάν μοι δοκῇ σοφὸς εἶναι ὁ λέγων, καὶ ἐπιθυμῶν μαθεῖν ὅ,τι λέγει
διαπυνθάνομαι καὶ ἐπανασκοπῶ και συμβιβάζω τὰ λεγόμενα, ἵνα μάθω· ἐὰν δὲ φαῦλος
δοκῇ μοι εἶναι ὁ λέγων, οὔτε ἐπανερωτῶ οὔτε μοι μέλει ὧν λέγει. Καὶ γνώσει τούτῳ
οὕς ἀν ἐγὼ ἡγῶμαι σοφοὺς εἶναι· εὑρήσεις γάρ με λιπαρῆ ὄντα περὶ τὰ λεγόμενα ὑπὸ
τούτου και πυνθανόμενον παρ’ αὐτοῦ, ἵνα μαθών τι ὠφεληθῶ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου